Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.310 Joseph. AJ 12.315 (English) >>Joseph. AJ 12.320

12.313

Λυσίας δὲ συγχυθεὶς ἐπὶ τῇ τῶν ἐκπεμφθέντων ἥττῃ τῷ ἐχομένῳ ἔτει μυριάδας ἀνδρῶν ἐπιλέκτων ἀθροίσας ἓξ καὶ πεντακισχιλίους λαβὼν ἱππεῖς ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν, καὶ ἀναβὰς εἰς τὴν ὀρεινὴν ἐν Βεθσούροις κώμῃ τῆς Ἰουδαίας ἐστρατοπεδεύσατο. 12.314ἀπήντησε δὲ μετὰ μυρίων Ἰούδας, καὶ τὸ πλῆθος ἰδὼν τῶν πολεμίων σύμμαχον ἐπʼ αὐτῷ γενέσθαι τὸν θεὸν εὐξάμενος, συμβαλὼν τοῖς προδρόμοις τῶν πολεμίων νικᾷ τούτους καὶ φονεύσας αὐτῶν ὡς πεντακισχιλίους τοῖς λοιποῖς ἦν ἐπίφοβος. 12.315ἀμέλει κατανοήσας Λυσίας τὸ φρόνημα τῶν Ἰουδαίων, ὡς ἕτοιμοι τελευτᾶν εἰσιν, εἰ μὴ ζήσουσιν ἐλεύθεροι, καὶ δείσας αὐτῶν τὴν ἀπόγνωσιν ὡς ἰσχύν, ἀναλαβὼν τὴν λοιπὴν δύναμιν ὑπέστρεψεν εἰς Ἀντιόχειαν καὶ διέτριβεν ἐκεῖ ξενολογῶν καὶ παρασκευαζόμενος μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. 12.316

Τοσαυτάκις οὖν ἡττημένων ἤδη τῶν Ἀντιόχου τοῦ βασιλέως στρατηγῶν Ἰούδας ἐκκλησιάσας ἔλεγεν μετὰ πολλὰς νίκας, ἃς θεὸς αὐτοῖς ἔδωκεν, ἀναβῆναι δεῖν εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθαρίσαι καὶ τὰς νενομισμένας θυσίας προσφέρειν. 12.317ὡς δὲ παραγενόμενος μετὰ παντὸς τοῦ πλήθους εἰς Ἱεροσόλυμα τὸν ναὸν ἔρημον εὗρεν καὶ καταπεπρησμένας τὰς πύλας καὶ φυτὰ διὰ τὴν ἐρημίαν αὐτόματα ἐν τῷ ἱερῷ ἀναβεβλαστηκότα, θρηνεῖν ἤρξατο μετὰ τῶν ἰδίων ἐπὶ τῇ ὄψει τοῦ ναοῦ συγχυθείς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.310 Joseph. AJ 12.315 (English) >>Joseph. AJ 12.320

Powered by PhiloLogic